Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.212 Dem. 19.215 (English) >>Dem. 19.219

19.214ἔτι τοίνυν κἀκεῖνο σκοπεῖτʼ, ἄνδρες δικασταί. εἰ ἐκρινόμην μὲν ἐγώ, κατηγόρει δʼ Αἰσχίνης οὑτοσί, Φίλιππος δʼ ἦν κρίνων, εἶτʼ ἐγὼ μηδὲν ἔχων εἰπεῖν ὡς οὐκ ἀδικῶ κακῶς ἔλεγον τουτονὶ καὶ προπηλακίζειν ἐπεχείρουν, οὐκ ἂν οἴεσθε καὶ κατʼ αὐτὸ τοῦτʼ ἀγανακτῆσαι τὸν Φίλιππον, εἰ παρʼ ἐκείνῳ τοὺς ἐκείνου τις εὐεργέτας κακῶς λέγει; μὴ τοίνυν ὑμεῖς χείρους γένησθε Φιλίππου, ἀλλʼ ὑπὲρ ὧν ἀγωνίζεται, περὶ τούτων ἀναγκάζετʼ ἀπολογεῖσθαι. Λέγε τὴν μαρτυρίαν.Μαρτυρία

19.215οὐκοῦν ἐγὼ μέν, ἐκ τοῦ μηδὲν ἐμαυτῷ συνειδέναι, καὶ λόγον διδόναι καὶ πάντα τἀκ τῶν νόμων ὑπέχειν ᾤμην δεῖν, οὗτος δὲ τἀναντία. πῶς οὖν ταὔτʼ ἐμοὶ καὶ τούτῳ πέπρακται; πῶς ἔνεστι τούτῳ ταῦτα πρὸς ὑμᾶς λέγειν, μηδʼ ᾐτίαται πρότερον πώποτε; οὐδαμῶς δήπου. ἀλλʼ ὅμως ἐρεῖ, καὶ νὴ Δίʼ εἰκότως γε. ἴστε γὰρ δήπου τοῦθʼ, ὅτι ἀφʼ οὗ γεγόνασιν ἄνθρωποι καὶ κρίσεις γίγνονται, οὐδεὶς πώποθʼ ὁμολογῶν ἀδικεῖν ἑάλω, ἀλλʼ ἀναισχυντοῦσιν, ἀρνοῦνται, ψεύδονται, προφάσεις πλάττονται, πάντα ποιοῦσιν ὑπὲρ τοῦ μὴ δοῦναι δίκην. 19.216ὧν οὐδενὶ δεῖ παρακρουσθῆναι τήμερον ὑμᾶς, ἀλλʼ ἀφʼ ὧν ἴστʼ αὐτοὶ τὰ πράγματα κρῖναι, μὴ τοῖς ἐμοῖς λόγοις μηδὲ τοῖς τούτου προσέχειν, μηδέ γε τοῖς μάρτυσιν, οὓς οὗτος ἑτοίμους ἕξει μαρτυρεῖν ὁτιοῦν, Φιλίππῳ χορηγῷ χρώμενος· ὄψεσθε δʼ ὡς ἑτοίμως αὐτῷ μαρτυρήσουσιν· μηδέ γʼ εἰ καλὸν καὶ μέγʼ οὗτος φθέγξεται, μηδʼ εἰ φαῦλον ἐγώ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.212 Dem. 19.215 (English) >>Dem. 19.219

Powered by PhiloLogic